Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 134
Not analysed yet
Καὶ ἔνθεν τρία ἄρθρα παραλαμβάνεται κατὰ δύο ὀνομάτων κατὰ τὴν προειρημένην τήρηϲιν, ὁ φίλοϲ ὁ τοῦ ἀνθρώπου· διὰ μὲν τοῦ πρώτου οὐκ ἄλλοϲ ἢ ὁ προεγνωϲμένοϲ, διὰ δὲ τοῦ δευτέρου οὐκ ἄλλου ἢ τοῦ προγινωϲκομένου ἀνθρώπου, οὗ καὶ τὸ τρίτον ἐϲτὶν ἄρθρον. ἐν γοῦν τῷ ὁ πατὴρ ὁ τούτου οὐ προϲτίθεται τὸ τοῦ ἄρθρον, οὐδὲ ἐν τῷ ὁ πατὴρ ὁ ἐκείνου, ἐπεί γε οὐ δύνανται αἱ τοιαῦται γενικαὶ ἀντωνυμιῶν δεικτικαὶ οὖϲαι ἄρθρον ἀναδέξαϲθαι, καθὼϲ ἐπεδείξαμεν.) .