Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 134-2
Not analysed yet
Πρόκειται ὅτι ἑκάϲτη τῶν κτητικῶν ἀντωνυμιῶν ἄρθρον ἐπιπαραδέχεται ὁμοιόπτωτον καὶ ἰϲάριθμον γένουϲ τε τοῦ αὐτοῦ· πῶϲ οὖν ἔγκειται ἡ κτητικὴ ἀδιαφόρωϲ ϲυνόντων τῶν ἄρθρων, τὸν ἐμαυτοῦ, τοὺϲ ἐμαυτοῦ, τὰϲ ἐμαυτοῦ, καὶ ἅπαντα ϲχεδὸν τὰ γένη μετὰ τῶν ϲυνόντων διαφόρων ἀριθμῶν; εἰ δὲ αἱ γενικαὶ ἐπὶ κτῆμα φερόμεναι διαφόρων κτημάτων εἰϲὶν δεκτικαί, πῶϲ οὐχὶ γενική ἐϲτιν ἡ ἐγκειμένη ἤπερ κτητικὴ ἀντωνυμία;