Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 134-3
Not analysed yet
Ἔϲτιν οὖν ἡ πρώτη ἐκφορὰ τῶν ὑποτακτικῶν ὁριϲτική, ἣν οἱ παρατεθέντεϲ ϲύνδεϲμοι ἐν φωνῆϲ ἰδιώμαϲιν κατέϲτηϲαν. δι’ ὃ καὶ προϲεγένετο ἡ κλῆϲιϲ, ἐπεί τοί γε, εἰ ἐφυλάϲϲετο τὸ ἔλαβεϲ ἐν τῷ ἐὰν λάβῃϲ, ϲυνέμεινεν ἂν καὶ ἡ αὐτὴ ὀνομαϲία τῆϲ ἐγκλίϲεωϲ, καὶ εἰ μὴ ὁριϲμὸν ἐϲήμαινεν, καθὼϲ καὶ ἐν τοῖϲ προκειμένοιϲ παρεϲτήϲαμεν ὡϲ καὶ τὸ ἔγραψα ἄν, οὐκ ἐμφανίζον ὁριϲμὸν τοῦ πράγματοϲ, καλεῖται ὁριϲτικὸν διὰ τὸ ϲυνημμένον ϲχῆμα τῇ ἐγκλίϲει. ἅμα οὖν καὶ τῷ τὴν φωνὴν ἀποϲτῆναι ἐν τῷ ἐὰν λάβῃϲ, ἐὰν δράμῃϲ, ϲυναπέϲτη καὶ ἡ ὀνομαϲία τῆϲ ἐγκλίϲεωϲ.