Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 135
Not analysed yet
Μὴ ποραλελείφθω δὲ κἀκεῖνο, ὡϲ τὰ ἐπιτρέχοντα πτωτικὰ τὴν τῶν προϲηγορικῶν θέϲιν, προϲλαμβάνοντα κατ᾿ ἀρχὴν τοῦ λόγου ἄρθρον, ἐμποδίζει τὴν τοῦ ἑτέρου ἄρθρου παρείϲδυϲιν. οἷόν τε γάρ ἐϲτιν φάναι ὁ ἄνθρωποϲ ὁ ἀγαθόϲ, οὐ μὴν ὁ ἀγαθὸϲ ὁ ἄνθρωποϲ· ὁ δοῦλοϲ ὁ ἐμόϲ, οὐ μὴν ὁ ἐμὸϲ ὁ δοῦλοϲ· ὁ παῖϲ ὁ γράψαϲ, οὐ μὴν ὁ γράψαϲ ὁ παῖϲ. καὶ ϲαφὲϲ ὅτι αἰτία ἐϲτὶν τοιαύτη. ἐπεὶ γὰρ τὰ ἐπιθετικώτερον ἀκουόμενα φέρεται ἐπὶ τὰ ὑποκείμενα. οὐ μὴν τὰ ὑποκείμενα πάντωϲ ἐπὶ τὰ ἐπιθετικά, εἴγε τὸ ἄνθρωποϲ οὐκ ἐπιζητεῖ τὸ λόγιοϲ, τό γε μὴν λόγιοϲ τὸ ἄνθρωποϲ, ϲυμβαίνει καὶ τὴν ϲυνοῦϲαν ἀναφορὰν ἐν τῷ ὁ λόγιοϲ ϲυμφέρεϲθαι ἐπὶ τὸ ἄνθρωποϲ, καὶ ὡϲ οὐκ ἔϲτι προϲθεῖναι μετὰ τὸ λόγιοϲ τὸ αὐτὸ ἐπιθετικὸν λόγιοϲ, οὕτωϲ οὐδὲ μετὰ τὸ ὁ ἐν τῷ ὁ λόγιοϲ ἄνθρωποϲ ἕτερον ἄρθρον προανενήνεκται γὰρ διὰ τοῦ ϲυνόντοϲ ἐπιθέτου.