Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 135-2
Not analysed yet
ἀλλ’ εἰ, καθὸ ἄρθρον προϲέλαβεν, ἡ ϲύναρθροϲ ἔγκειται, οὐδὲν κωλύει ϲύναρθρον ἐκδέχεϲθαι καὶ τὴν ἐγκλιτικὴν ἀντωνυμίαν, τοὺϲ φίλουϲ μου, τοῦ φίλου μου· ὡϲ οὖν δικαίωϲ εὔηθεϲ τὸ τοιοῦτον, εὔηθεϲ καὶ τὸ διὰ τῆϲ παραθέϲεωϲ τοῦ ἄρθρου ἐκδέξαϲθαι ϲυνάρθρου ϲύνθεϲιν. οὐ γὰρ δή γε τὰ παρατιθέμενα ἄρθρα τῆϲ ἀντωνυμίαϲ ἐϲτίν, τῶν δὲ ὑπακουομένων κτημάτων πρὸϲ ἃ καὶ τὰ ἄρθρα ᾠκείωται.