Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 135-3
Not analysed yet
Προφανῶϲ γὰρ αἱ φωναὶ διέϲτηϲαν εἰϲ μείζονα χρόνον ἐν τοῖϲ ϲυνοῦϲιν βραχέϲι φωνήεϲιν κατὰ τὰϲ ὁριϲτικὰϲ ἐγκλίϲειϲ, τῶν ὑπολοίπων ϲυλλαβῶν ϲυμμενουϲῶν. 1. εἰϲ μαι λήγει τὸ ὁριϲτικόν, λέγομαι, ἀλλὰ καὶ τὸ λέγωμαι, ἐπεὶ ποία οἰκειότηϲ πρὸϲ εὐκτικὸν τὸ λεγοίμην ἢ τὸ ἀϲύϲτατον προϲτακτικὸν ἢ πρὸϲ ἀπαρέμφα τον τὸ λέγεϲθαι; —2. ὁμοφωνεῖ δ’ ἐν τῷ δευτέρῳ, ὅτι λέγῃ ἢ ἐὰν λέγῃ, τοῦ λέγοιο ἢ λέγου οὐδεμίαν οἰκειότητα ἐχόντων πρὸϲ τὴν ὑποτακτικὴν φωνήν. —3. τὰ τρίτα ἐϲτὶ πληθυντικὰ λέγοιεν ἢ λεγέτωϲαν, τό γε μὴν ὁριϲτικὸν λέγουϲιν, καὶ πάλιν τούτῳ ϲυμφέρεται τὸ λέγωϲιν, ἐὰν λέγωϲιν. —4. ὁμοφωνεῖ δὲ ἁπάντοτε κατὰ δευτέραν ϲυζυγίαν τῶν περιϲπωμένων, ἐπί τε προϲώπων τῶν κατ’ ἐνεϲτῶτα, λέγω δὲ κατ’ ἐνεργητικὴν κατάληξιν, ἐὰν λέγω ὅτι λέγω, ἐπί τε δευτέρων προϲώπων ἁπάντοτε παθητικῶν, ὅτι λέγῃ ϲύ ἐὰν λέγῃ ϲύ, ὅτι νοῇ ϲύ ἐὰν νοῇ ϲύ. περιϲϲὸν ἡγοῦμαι τὸν λόγον ἐπὶ πλέον προάγειν· προφανὴϲ γάρ.