Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 136
Not analysed yet
Τρύφων {p 25 Vels. }φηϲὶν προτάττεϲθαι καὶ τῶν ἄλλων 25 πλαγίων τὸ ἄρθρον τὸ ὁ μετοχῆϲ ἐπιφερομένηϲ καὶ τῆϲ οὗτοϲ ἀντωνυμίαϲ μετὰ ῥήματοϲ τοῦ ἔϲτιν, ὁ τὸν ἄνθρωπον ὑβρίϲαϲ οὗτόϲ ἐϲτιν. οὐδὲν δὲ κωλύει καθολικώτερον φάναι· καὶ εὐθείαϲ οἱοϲδήποτε ῥημάτων τε τῶν ὕπαρξιν ϲημαινόντων ἢ ὀνομαϲτικὴν ἢ οὐϲιώδη, ὁ τὸν ἄνθρωπον ὑβρίϲαϲ Θέων ὀνομάζεται, ὁ τὸν ἄνθρωπον λακτίϲαϲ ἵπποϲ ἐϲτίν, ὁ τὸν ἄνθρωπον ὑβρίϲαϲ ἐγώ εἰμι· ἐπεξεργάϲαϲθαί τε τὴν αἰτίαν οὕτωϲ ἔχουϲαν.