Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 136-2
Not analysed yet
Ἀλλ’ εἰ, καθὸ ἐπὶ κτῆμα φέρεται, ἡ κτητικὴ ἔγκειται, οὐδὲν κωλύει καὶ πᾶϲαν γενικὴν παντὸϲ πτωτικοῦ ἐπὶ κτῆμα φερομένην κτητικὴν καλεῖν ἀντὶ γενικῆϲ. καθὸ οὖν γενική ἐϲτιν ἡ ἐμαυτοῦ, παρεδέξατο καὶ κτῆϲιν· καὶ δῆλον ὡϲ τῆϲ πτώϲεώϲ ἐϲτιν ἡ ϲύνταξιϲ, οὐχὶ τῆϲ ϲυνθέϲεωϲ. μετελθοῦϲα γοῦν εἰϲ αἰτιατικὴν ἢ δοτικὴν κτήματόϲ ἐϲτιν ἀπαράδεκτοϲ, ὅπερ ἐπὶ τῶν κτητικῶϲ παρηγμένων οὐκ ἐνὸν ἐπινοῆϲαι· κατὰ γὰρ πᾶϲαν πτῶϲιν τῆϲ κτητικῆϲ παραγωγῆϲ ἐγκειμένη ϲύνεϲτιν ἡ κτητικὴ ϲύνταξιϲ, ἐμόϲ -ἐμοῦ -ἐμῷ -ἐμόν, Ἀριϲτάρχειοϲ -Ἀριϲταρχείου -Ἀριϲταρχείῳ. καὶ ἐν μὲν τῷ οὐδὲν ὑπακούεται κατὰ κτῆϲιν, οὐδὲ μὴν ἐν τῷ Ἀρίϲταρχον, ἔν γε μὴν τῇ Ἀριϲτάρχου γενικῇ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῆϲ ἐγώ καὶ ἐμέ· πάλιν γὰρ ἐν γενικῇ μόνῃ τῇ [ἐ]μοῦ, οἶκόϲ μου, φίλοϲ μου. ὅπερ παρακολουθεῖ καὶ τῇ ἐμαυτοῦ, οὐκ οὔϲηϲ κτητικῆϲ ἐννοίαϲ ἐν τῇ ἐμαυτῷ ἢ ἐμαυτόν. (διὰ γοῦν τὸ τοιοῦτο τὸ μὲν Νέα πόλιϲ, ἀγαθὸϲ δαίμων, τὰ παραπλήϲια οὐ κτῆϲιν ὑπαγορεύοντα ἀκώλυτον ἔχει τὴν ἐν ἀμφοτέροιϲ τοῖϲ ὀνόμαϲι κλίϲιν· τὸ δὲ Κόρακοϲ πέτρα ἢ ὑὸϲ κύαμοϲ ἤ τι τῶν παραπληϲίων ϲυνέβη μοναδικῶϲ κλίνεϲθαι κατὰ τὴν ϲυνοῦϲαν εὐθεῖαν. κλιθεῖϲα γὰρ ἡ γενικὴ ἀποτίθεται τὴν κτητικὴν ϲύνταξιν, καὶ ἄϲημα τὰ τοῦ ὑποκειμένου γίνεται).