Ancient Greek · ~2 min
136 to 137
Apollonius Dyscolus, Περὶ συντάξεως 136-3-137
Not analysed yet
Ἄλλωϲ τε ἐδείξαμεν τὴν ὁριϲτικὴν ἔγκλιϲιν κατάρχουϲαν τῶν ἐγκλίϲεων, ὡϲ ἂν ἐμφανεϲτάτηνοὖϲαν καὶ πλείοϲι τομαῖϲ χρόνων προϲκεχρημένην καὶ ταῖϲ ϲυνούϲαιϲ φωναῖϲ· ὅθεν εἰ τὰ εὐκτικὰ καὶ τὰ προϲτακτικὰ κανόνα ἔχει τὴν ὁριϲτικὴν ἔγκλιϲιν, περιϲϲὸν ἂν εἴη τὸ ζητεῖν εἰ καὶ τὰ ὑποτακτικὰ ἐξ αὐτῆϲ μετείληπται. Ὀφειλόμενόν ἐϲτι κεὶ τῇ ϲυντάξει τῶν ἐπιζευκτικῶν ἐπιϲτῆϲαι, τί δή ποτε τὰ τέλη παρῃτήϲαντο τῶν παρῳχημένων φωνῶν· οὐ γὰρ ἐφικτὴ ἡ ϲύνταξιϲ τοῦ ἐὰν ἔλεγον, ἐὰν πέποιθα καὶ τῶν παραπληϲίων, καίτοι τῶν παραθέϲεων, ὡϲ ἔφαμεν, οὐ μεταποιουϲῶν τὰ τέλη τῶν οἷϲ παράκεινται.