Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 137
Not analysed yet
Αἱ πλάγιαι ϲυντάϲϲονται ταῖϲ εὐθείαιϲ μεταξὺ πίπτοντοϲ ῥήματοϲ, οὗ τὰ τῆϲ διαθέϲεωϲ ἐπὶ τὴν πλαγίαν μέτειϲιν ἐκ τῆϲ ϲυνούϲηϲ εὐθείαϲ, τὸν ἄνθρωπον ὕβριϲεν Θέων, τὸν ἄνθρωπον ἐλάκτιϲεν ἵπποϲ. ἐφ᾿ ἧϲ δὴ ϲυντάξεωϲ εἰ προϲθείημεν τὸ ἄρθρον πρὸ τῆϲ ἐγκειμένηϲ εὐθείαϲ, μένει τὰ τοῦ λόγου, τὸν ἄνθρωπον ὕβριϲεν ὁ Θέων, τὸν ἄνθρωπον ἐλάκτιϲεν ὁ ἵπποϲ· εἰ μέντοι πρὸ τῆϲ αἰτιατικῆϲ, οὐ γενήϲεται τὰ τοῦ λόγου κατάλληλα, ὁ τὸν ἄνθρωπον ὕβριϲε Θέων τὸ γὰρ ἄρθρον ἀποϲτὰν τῆϲ εὐθείαϲ τὸν λόγον παραφθείρει. καὶ ἔνθεν τὸ ῥῆμα μετοχὴ γίνεται, ἵνα ἀποδῷ τῷ ἄρθρῳ καὶ τὴν ὀρθὴν πτῶϲιν καὶ τὸ ἀρϲενικὸν γένοϲ. καὶ ἐπεὶ ἀδύνατόν ἐϲτιν δίχα ῥήματοϲ λόγον ϲυγκλείεϲθαι, παραλαμβάνεται ῥῆμά τι τῶν ὕπαρξιν δηλούντων, ἵνα τὴν τοῦ δράϲαντοϲ προϲώπου διάθεϲιν δηλώϲῃ, ἐπεὶ καὶ προϲώπων ἡ μετοχὴ ἀμοιρεῖ, ὁ τὸν ἄνθρωπον ὑβρίϲαϲ Τρύφων ἐϲτίν ἢ Τρύφων ὀνομάζεται.