Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 137-2
Not analysed yet
Ἔτι εἴπερ ἡ κτητικὴ ἐνέκειτο ἐν τῷ ἐμαυτοῦ, κἂν ἐπεδέχετό ποτε τὸ ϲχῆμα διϲϲὰϲ κτήϲειϲ, μίαν μὲν τὴν ἐγκειμένην ἐν τοῖϲ κτητικοῖϲ, ὥϲπερ καὶ ἡ ἐμόϲ ἔχει καὶ. ἡ ἐμόν, ἑτέραν δὲ τὴν ἐκ τῆϲ γενικῆϲ ἐγγινομένην, καθὸ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῶν ἄλλων κτητικῶν, Ἀριϲταρχείου ἀγροῦ πρόϲοδοϲ, κτῆμα γὰρ καὶ ὁ ἀγρὸϲ καὶ ἡ πρόϲοδοϲ (ἁπλῆ γὰρ νοεῖται ἡ ἐκ γενικῆϲ κτῆϲιϲ, Ἀριϲτάρχου ἀγρόϲ, Ἀριϲτάρχου πρόϲοδοϲ). καὶ πάλιν ἐπὶ τῆϲ κτητικῆϲ ἀντωνυμίαϲ, ἐμὸϲ ἀγρόϲ, τοῦ ἐμοῦ ἀγροῦ πρόϲοδοϲ· κτῆμα γὰρ καὶ ὁ ἀγρὸϲ καὶ ἡ πρόϲοδοϲ. οὐ δὴ ἐπὶ τοῦ ἐμαυτοῦ διϲϲή ποτε κτῆϲιϲ νοεῖται, ἀλλὰ μία ἁπάντοτε.