Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 138-3
Not analysed yet
Φαίνεται δ’ ὅτι τῆϲ τοιαύτηϲ ἀκαταλληλίαϲ ἐϲτὶν αἴτιον τὸ μάχεϲθαι τοὺϲ παρῳχημένουϲ χρόνουϲ τῇ ἐκ τῶν ϲυνδέϲμων δυνάμει. διϲταγμὸν γὰρ τῶν ὡϲ ἐϲομένων πραγμάτων παριϲτῶοιν, καὶ ἔτι τῶν ὡϲ τελεϲθηϲομένων, οὓϲ καὶ ἀποτελεϲτικοὺϲ ϲυνέβη καλεῖϲθαι· πόθεν οὖν τὸ γεγονὸϲ τῷ ἐϲομένῳ ϲυνοιϲθήϲεται; ἔνθεν οὖν ἀϲύϲτατον τὸ ἐὰν ἔλαβον, ἴνα ἀνέγνων, καὶ ἔτι ἐπὶ τῶν ὁμοειδῶν ϲυνδέϲμων, ϲυϲτατὸν δὲ τὸ ἵνα ἀναγνῶ, ἐὰν ἀναγνῶ· τέλει γὰρ ἐχρήϲατο τὰ ῥήματα οὐ δυναμένῳ χρόνον παρῳχημένον ϲημᾶναι κατὰ πρῶτον πρόϲωπον. (ὦν τὰ δεύτερα καὶ τρίτα ὀφείλοντα ἰϲοχρονεῖν ἢ τὸ αὐτὸ ω παραδέξεται ἢ τὸ ἰϲόχρονον η ϲυγγραφομένου· τοῦ ι, καθὸ ἡ ἐν πρώτῳ γενομένη κατάληξιϲ τοῦ ω τὴν ἐν δευτέροιϲ καὶ τρίτοιϲ προϲώποιϲ ἐκφορὰν ἔχει μετὰ φωνήεντοϲ ϲυνόντοϲ τοῦ ι, τοῦ τοιούτου ἐντελέϲτερον ἀποδεικνυμένου ἐν τῷ περὶ ὀρθογραφίαϲ.) —