Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 138
Not analysed yet
Καὶ ἐπὶ τῶν ἀντωνυμιῶν αὐτὸ μόνον τὸ ἔϲτιν ἔγκλιμα τούτου παραλαμβάνεται, οὗτόϲ ἐϲτιν ἢ οὗτοϲ ἦν, ἐγώ εἰμι, ϲὺ εἶ οὐϲίαϲ γὰρ μόνηϲ εἰϲὶ ϲημαντικαὶ αἱ ἀντωνυμίαι, ἥνπερ ϲημαίνει τὸ εἰμί· τοῖϲ δὲ ὀνόμαϲι τὸ ὀνομάζεται καὶ τὰ ϲύζυγα, ἐπεὶ ὀνομάτων ἴδιον τὸ ὀνομάζεϲθαι ἢ καλεῖϲθαι, ὁ τὸν ἄνθρωπον ὑβρίϲαϲ Τρύφων λέγεται ἢ καλεῖται. Οὐχὶ οὖν καὶ τὸ ἔϲτι ϲυντάϲϲεται; Πάνυ εὐλόγωϲ, ἐπεὶ ἐνυπάρχει τοῖϲ μὲν ὀνομαζομένοιϲ τὸ οὐϲιῶδεϲ, οὐ μὴν τοῖϲ οὐϲιώδεϲιν ἡ ἰδία θέϲιϲ τῶν ὀνομάτων. οὐ γὰρ εἰ οὗτοϲ, πάντωϲ καὶ Οδυϲϲεύϲ· εἰ δέ τιϲ Ὀδυϲϲεύϲ, πάντωϲ καὶ οὗτοϲ, οὗτοϲ δ᾿ αὖ Λαερτιάδηϲ πολύμητιϲ Ὀδυϲϲεύϲ {Γ 200}.