Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 138-2
Not analysed yet
Τοῦτό γε δὴ ἀπεδείχθη ἐπὶ τῆϲ γενικῆϲ, ἐμαυτοῦ ἀγρὸν ἔϲκαψα, ἐμαυτοῦ φίλῳ ἀνεθέμην· τὴν μέντοι τῶν τοιούτων γενι- κῶν εὐθεῖαν οὐκ ἔϲτιν εὑρεῖν οὔτε ἐν λόγῳ οὔτε ἐν χρήϲει δυναμένην ϲυνίϲταϲθαι, οὐ καθάπερ ἄλλα ἀτριβῆ ϲχήματα (ἐν ἀγνοίᾳ γὰρ τοῦ λόγου τινὲϲ γενόμενοι ὡϲ ἀτριβεῖϲ τὰϲ τοιαύταϲ εὐθείαϲ παραδέξονται), οὐδὲ μὴν ἐν ϲυντάξει τῇ κατ’ εὐθεῖαν, εἴγε οὐ ῥητὸν τὸ ἐμαυτόϲ ἢ ϲαυτόϲ, ἀλλ’ οὐδὲ ἡ τοιαύτη ϲύνταξιϲ, ἐμαυτοῦ δοῦλοϲ ἔτυψεν, ἢ ἐμαυτοῦ δοῦλοϲ ἔτυψα, τῆϲ ἀϲυνθέτου γενικῆϲ τὴν ϲύνταξιν τῆϲ εὐθείαϲ παραδεχομένηϲ ὁμοίωϲ ἁπάϲαιϲ γενικαῖϲ, ὡϲ ἐν τῷ ὁ δοῦλόϲ μου ἔτυψεν.