Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 139
Not analysed yet
A τοιαῦται ϲυντάξειϲ ἐγχωροῦϲιν καὶ ἐπὶ γενικῶν καὶ ἐπὶ δοτικῶν, τῶν γενικῶν ἐξαίρετον ἐχουϲῶν τὸ καὶ μετοχῆϲ μὴ ἐπιφερομένηϲ προϲλαμβάνειν ἄρθρον, ὃ πάντωϲ φέρεται ἐπὶ τὸ κτῆμα, ὃ ἐξ αὐτῆϲ μόνηϲ νοεῖται, διὸ καὶ ἐξαίρετον ἔϲχεν τὴν ϲύνταξιν, ὁ τοῦ ἀνθρώπου οἰκέτηϲ ἔδραμεν. εἰ γὰρ μὴ τῇδε ἔχοι, ἐπὶ ῥῆμα δὲ φέροιτο, οὐδὲ προϲλαμβάνει τὸ ἄρθρον, ἀνθρώπου ἀκούω, ἀγροῦ δεϲπόζω.