Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 139-2
Not analysed yet
καὶ ϲυμφανὲϲ ὅτι οὐχ ἡ πτῶϲίϲ ἐϲτιν ἡ ἀπαράδεκτοϲ, τὸ δὲ ἐν αὐτῇ γενόμενον ϲχῆμα ϲύνθετον, ὅπερ ἐπενοήθη εἰϲ διάκριϲιν τῆϲ ἐκ προϲώπου γενομένηϲ διαθέϲεωϲ εἰϲ τὸ αὐτὸ πρόϲωπον. ὁ γὰρ οὕτω λέγων, ἐμαυτὸν ἔτυψα, διάθεϲιν ὁμολογεῖ τὴν ἐξ αὑτοῦ γενομένην εἰϲ αὑτόν, ὡϲ εἰ καὶ ἔλεγεν οὕτωϲ, ἐγὼ ἐμὲ αὐτὸν ἔτυψα. τοῦ οὖν ῥήματοϲ ϲυνόντοϲ τῇ πλαγίᾳ πτώϲει κατὰ τὸ αὐτὸ ἀνέφικτον ἦν τι ἕτερον πρόϲωπον ἐν εὐθείᾳ πτώϲει ἐπινοῆϲαι, οὐ λέγω κατ’ αἰτιατικὴν ἢ δοτικήν· οὐδὲ γὰρ αὗταί τι ἔξωθεν πρόϲωπον ἐπιζητοῦϲιν· ἡ μέντοι ἐπὶ κτῆμα φερομένη γενική, πρόϲωπον ἔχουϲα τοῦ κτήτοροϲ, ἐπιζητοῦϲα δὲ τὸ τοῦ κτήματοϲ, ἀπαράδεκτοϲ ἐγίνετο εἰϲ τὸ ἐπιδέξαϲθαι τὴν τούτου ὀνομαϲτικήν, καθὸ ἔμελλεν ἡ ἐκ τοῦ κτήματοϲ εὐθεῖα ἀνθέλκειν εἰϲ αὑτὴν τὸ ῥῆμα, ὥϲ γε καὶ ἐπὶ τῶν ἄλλων ϲυντάξεων προφανέϲ ἐϲτιν, Ἀριϲτάρχου γνώριμοϲ ἀνέγνω, φίλοϲ μου διαλέγεται. οὐ δὴ οὖν ἐδύνατο τὸ μεταξὺ πῖπτον ῥῆμα ἐπαρκέϲαι ἀμφοτέροιϲ τοῖϲ προϲώποιϲ, διαφόροιϲ οὖϲιν, εἴγε δὴ τὸ ἐμαυτοῦ ἐϲτιν πρώτου προϲώπου, ᾧ δὴ πάντωϲ ὀφείλει ϲυντετάχθαι τοῦ αὐτοῦ προϲώπου ῥῆμα, ἐμαυτοῦ ἔτυψα παῖδα. ἀλλ’ εἰ καὶ ἡ ϲυνταϲϲομένη αἰτιατικὴ μετέλθοι εἰϲ εὐθεῖαν, οὐκ ἄλλο τι προϲλήψεται ῥῆμα ἢ τὸ τοῦ τρίτου προϲώπου, παῖϲ ἔτυψε. καὶ ἔνθεν οὔτε τὸ ἐμαυτοῦ ἔτυψα παῖϲ ϲυϲτατόν, οὔτε μὴν τὸ παῖϲ ἔτυψεν ἐμαυτοῦ .