Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 139-3
Not analysed yet
Φαίνεται οὖν ὅτι ὁ αἰτιολογικὸϲ ϲύνδεϲμοϲ τῇ πρὸϲ τὸν ἀποτελεϲτικὸν ὁμοφωνίᾳ ϲυνήρπαϲε καὶ τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ ταὐτό, τάχα καὶ τῆϲ ἐπιρρηματικῆϲ ὁμοφωνίαϲ ϲυλλαμβανομένηϲ τῷ λόγῳ· ϲυνταϲϲόμενα γὰρ τὰ ὁριϲτικὰ μετὰ τοῦ νᾷ ἐνδείκνυται τὸ τοπικὸν ἐπίρρημα, ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο {κ 417}. ὁμόλογον γὰρ ὅτι οἱ αἰτιολογικοὶ παρῳχημένοιϲ χρόνοιϲ ϲυντάϲϲονται, ὅτι ἔγραψα, ὅτι ἐνόηϲα.