Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 140
Not analysed yet
Ϲὺν δυϲὶν ἄρθροιϲ λέγεται ἐν προϲηγορικοῖϲ, καθ᾿ ἣν προεκτεθείμεθα ϲύνταξιν, τὸ τῆϲ ἐλάφου ἔκγονον, ὁ τοῦ ἀνθρώπου υἱόϲ. μετὰ δὲ κυρίων οὐ λυπεῖ κἂν χωρὶϲ τοῦ ἰδίου ἄρθρου, ὁ Ἀριϲτάρχου γνώριμοϲ, ὁ Ἀπολλωνίου φίλοϲ. καὶ κατὰ τὸ τοιοῦτο κυρίου ϲύνταξιν ἀποφέρεται τὸ βαϲιλεύϲ· φαμὲν γὰρ ὁ βαϲιλέωϲ παρεγένετο, τῶν ἄλλων προϲηγορικῶν ἀπαραδέκτων ὄντων. Καὶ μήποτε εὐλόγωϲ τὰ προϲηγορικὰ δύο ἄρθρα αἰτεῖ. οὐ γὰρ ἔνδεκτον ἀναφέρεϲθαι κτῆμά τινοϲ, τοῦ κτήτοροϲ μὴ οὐχὶ προαναφερομένου· ἢ γὰρ ἀμφότερα χωρὶϲ ἄρθρου, λέοντοϲ ϲκυμνίον ἔδραμεν, ἢ ἀμφότερα ϲυνανενεχθήϲεται, τὸ τοῦ λέοντοϲ ϲκυμνίον ἔδραμε. τὰ μέντοι κύρια διὰ τῆϲ ἰδίαϲ θέϲεωϲ ἀναπολούμενα οὐχ οὕτωϲ προϲδέεται τοῦ ἄρθρου. ταύτῃ μοι δοκεῖ εὐπαράδεκτον γίνεϲθαι καὶ τὸ ὁ βαϲιλέωϲ οἰκέτηϲ, καθὸ δυνάμει κύριόν ἐϲτιν ὄνομα τὸ ὁ βαϲιλεύϲ. νοεῖται γὰρ ἐκ τοῦ ἐπικρατοῦντοϲ ὁ Πτολεμαῖοϲ, καὶ μᾶλλόν γε ἰδιάζεται τοῦ Πτολεμαίου, εἴγε ὁμώνυμοι μὲν Πτολεμαῖοι, εἷϲ δὲ εἰϲ ὃν τὰ τῆϲ βαϲιλείαϲ ἀνηνέχθη.