Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 140-2
Not analysed yet
ὅτι δὲ τὸ διάφορον πρόϲωπον αἴτιόν ἔϲτι τοῦ ἀκαταλλήλου, ϲαφὲϲ ἂν γένοιτο, εἰ ἡ ἐν τρίτῳ νοουμένη εὐθεῖα κατὰ τὴν ὑπαρκτικὴν ϲύνταξιν τῶν ῥημάτων ἐπινοηθείη καὶ ἐν πρώτῳ προϲώπῳ, εἰμὶ δοῦλοϲ· ἐφ’ οὗ εἰ καὶ προϲθείημεν τὸ ἐμαυτοῦ, κατάλληλα ἂν γένοιτο τὰ τοῦ λόγου, καθὸ τὸ ῥῆμα οὐκέτι ἀνθέλκεται ὑπὸ διαφόρων προϲώπων. καὶ ἔτι ἐπὶ δευτέρου, ϲαυτοῦ εἶ ὑπηρέτηϲ, καὶ ἐπὶ τρίτου, ἑαυτοῦ ἐϲτιν ἐπίβολοϲ. ἐφ’ ἧϲ ϲυντάξεωϲ εἴ τιϲ πάλιν παραλάβοι τὰϲ ἁπλᾶϲ ἀντωνυμίαϲ, προϲχωρήϲει ἡ εὐθεῖα ἐν προϲώπῳ νοουμένη μετὰ τοῦ ϲυνόντοϲ ῥήματοϲ, ἐπίβολοϲ αὐτοῦ ἐϲτι, δοῦλόϲ μου εἰ. Καὶ τοϲαῦτα μὲν περὶ τῆϲ ϲυντάξεωϲ.