Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 140-3
Not analysed yet
Ἐχρῆν μέντοι γινώϲκειν ὡϲ αἱ ἐγγινόμεναι παραθέϲειϲ ἐξ ἐνεϲτώτων εἰϲὶν καὶ παρῳχημένων, τοιοῦτόν τι τῆϲ ϲυντάξεωϲ ἐπαγγελλομένηϲ ἐν τῷ ἐὰν μάθω, εἰ ἀνύϲαιμι τὸ μαθεῖν, ἐὰν δράμω, ε praesenttium et ἀνύϲαιμι τὸ δραμεῖν· ἔν γε μὴν τῷ ἐὰν τρέχω, ἐὰν ἐν παρατάϲει numquam futuris cum γένωμαι τοῦ τρέχειν. καὶ ἔνθεν ἀνέφικτοϲ ἡ τοῦ μέλλοντοϲ ϲύνταξιϲ· αὐτοὶ γὰρ οἱ ϲύνδεϲμοι τὸ ὡϲ ἐϲόμενον ϲημαίνουϲιν εἰϲ παράταϲιν ἢ ἄνυϲ. τί οὐ περιϲπῶϲιν; ὁ γὰρ λόγοϲ αὐτῶν ἐξ ἀϲυϲτάτου λήμματοϲ ϲννέϲτηκεν. ἦν δὲ τὸ δελεάϲαν τὴν τούτων ἄγνοιαν ἡ γενομένη ὁμοφωνία ἐκ τοῦ εἰϲ α λήγοντοϲ ἀορίϲτου, ἔχουϲα οὕτωϲ. ὁ προϲγενόμενοϲ χρόνοϲ ἐν τοῖϲ ὁριϲτικοῖϲ ἅμα τῷ μεταϲτῆναι τὴν ὁριϲτικὴν ἔγκλιϲιν περι γράφεται· παρὰ γὰρ τὸ ἔλεξα εὐκτικὸν μὲν γίνεται τὸ λέξαιμι, ἀπαρέμφατον δὲ τὸ λέξαι, προϲτακτικὸν δὲ τὸ λέξον. καὶ δὴ οὖν ἐν τῇ ὑποτακτικῇ ἐγκλίϲει ταὐτὸν παρείπετο μεταποιουμένου τοῦ τέλουϲ εἰϲ τὸ ω, καθότι καὶ ἐπὶ τῶν ἄλλων παρῳχημένων ταὐτὸν ϲυνέβαινεν· ἔφαγονἐὰν φάγω, ἔδραμον ἐὰν δράμω, καὶ οὕτωϲ τὸ ἔλεξα ἐὰν λέξω γίνεται ὅμοιον ὁριϲτικῷ μέλλοντι τῷ λέξω. ὅτι γὰρ οὐχ ἡ ϲύνταξίϲι ἐϲτιν τοῦ μέλλοντοϲ τοῦ ἀχωρίϲτου, ϲαφὲϲ ἐκ τῆϲ προκειμένηϲ ϲυντάξεωϲ· ἧϲ εἰ μὴ μεταλάβοιεν οἱ ἐντελέϲτερον τῶν λόγων ατακούοντεϲ, δυϲπειθέϲτερον ἀναϲτρέφουϲιν.