Ancient Greek · ~3 min
15 to 17
Apollonius Dyscolus, Περὶ συντάξεως 15-17
Not analysed yet
Οὐ τοῦτο δέ φημι, ὅτι οὐχὶ καὶ ἐξ ἀντωνυμίαϲ αὐτοτέλεια ϲυνίϲταται, ὅπου φαμὲν οὕτωϲ, ἐγὼ περιπατῶ, ϲὺ περιπατεῖϲ. τότε γὰρ ϲυνίϲταται ἡ αὐτοτέλεια, ὅταν ἀντ᾿ ὀνόματοϲ παραληφθῇ ἡ ἀντωνυμία καὶ δυνάμει πάλιν ἡ αὐτὴ ϲύνταξιϲ ᾖ. ὁπότε δὲ ἀνθυπάγεται ἀντωνυμία, ἐν τοῖϲ κατὰ μέροϲ εἰρήϲεται, καὶ ποῖα ῥήματα πρὸϲ τὰϲ εὐθείαϲ μόνον ϲυναρτᾶται, καὶ τίνα αὐτῶν πλαγίαϲ ἐπιζητεῖ. Καὶ τοῦ ῥήματοϲ δὲ ἀναγκαίωϲ πρόκειται τὸ ὄνομα, ἐπεὶ τὸ διατιθέναι καὶ τὸ διατίθεϲθαι ϲώματοϲ ἴδιον, τοῖϲ δὲ ϲώμαϲιν ἐπίκειται ἡ θέϲιϲ τῶν ὀνομάτων, ἐξ ὦν ἡ ἰδιότηϲ τοῦ ῥήματοϲ, λέγω τὴν ἐνέργειαν καὶ τὸ πάθοϲ. —(Παρυφίϲταται οὖν ἡ εὐθεῖα ἐν αὐτοῖϲ τοῖϲ ῥήμαϲιν, κατὰ μὲν τὸ πρῶτον καὶ δεύτερον ὁριζομένη, κατὰ δὲ τὸ τρίτον διὰ τὸ ἄπειρα εἶναι τὰ τρίτα ἀοριϲτουμένη, χωρὶϲ εἰ μὴ ἐξαίρετοϲ ἐνέργεια γένοιτο καθάπερ ἐπὶ τοῦ ἀϲτράπτει καὶ βροντᾷ.) —