Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 15-2
Not analysed yet
Πῶϲ οὖν οὐκ εὐήθειϲ οἱ περὶ Ἅβρωνα καταδραμόντεϲ Ἀριϲτάρχου ὡϲ οὐ δεόντωϲ φαμένου κατὰ πρόϲωπα ϲυζύγουϲ τὰϲ ἀντωνυμίαϲ, «καθὸ κοινὸϲ ὁ ὅροϲ καὶ ῥημάτων, καὶ μᾶλλόν γε αὐτῶν. ϲυζυγοῦϲιν γὰρ αἱ φωναὶ κατά τε ποιότητα τῶν ϲτοιχείων καὶ κατὰ ποϲότητα τῶν ϲυλλαβῶν, καὶ φαίνεται ὅτι καὶ κατὰ χρόνον καὶ τάϲιν· ταῖϲ γε μὴν ἀντωνυμίαιϲ οὐ ϲυνῆν τὸ τοιοῦτον, εἴγε αἱ πλείουϲ ἀϲύζυγοι, ὡϲ ϲαφέϲ ἐϲτιν τοῖϲ κλίναϲιν τὰϲ ἀντωνυμίαϲ». Φαίνεται γὰρ ὅτι ὁ μὲν Ἀρίϲταρχοϲ οὐ τὴν φωνὴν ὡρίϲατο τῆϲ ἀντωνυμίαϲ, ἀλλὰ τὸ ἐξ αὐτῆϲ παρυφιϲτάμενον, καθὼϲ καὶ ἅπαντεϲ οἱ ὅροι ἔχουϲιν. φαϲὶν γοῦν ἀϲυνάρθρουϲ ἀντωνυμίαϲ, καὶ ὅϲον ἐπὶ τῇ φωνῇ, οὐκ εἰϲὶν ἀϲύναρθροι, ἐπεί φαμεν ἡ ἐγώ μόνωϲ ὀρθοτονεῖται, ἡ ἔγωγε Ἀττική ἐϲτιν. —