Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 15-3
Not analysed yet
Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν κατὰ γένοϲ ϲυμπαραλαμβανομένων νομένων καὶ ἐπὶ τῶν κατὰ πτῶϲιν, ἡμῶν αὐτῶν ἀκούουϲιν· πάλιν γὰρ τὸ ἐν διαβάϲει ἀδιαφορεῖ καὶ κατὰ τὴν πτῶϲιν καὶ κατὰ τὸν ἀριθμόν, ἡμῶν αὐτὸϲ ἀκούει, ἡμῶν αὐτοὶ ἀκούουϲιν. ὅπερ πάλιν εἰ ϲυνέλθοι κατὰ τὴν αὐτὴν πτῶϲιν, ὑποδραμεῖται εἰϲ τὸ αὐτὸ πρόϲωπον διὰ τὸ κατάλληλον τῆϲ πτώϲεωϲ, εἰ μὴ ϲυνδεϲμικὴ παρέμπτωϲιϲ ἀποϲπάϲει τὸ πρόϲωπον, ὡϲ τὸ ἡμῶν καὶ αὐτῶν ἀκούουϲιν. —