Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 15-4
Not analysed yet
Καὶ ἡ μὲν τοιαύτη παράθεϲιϲ ἁπλῆϲ ἔχεται τηρήϲεωϲ, τό γε μὴν ἐξεργαϲτικὸν τοῦ λόγου φυϲικωτέραν ἐνδείκνυται τήρηϲιν. αἱ εὐθεῖαι καὶ αἱ κλητικαὶ ἓν πρόϲωπον δηλοῦϲι μετὰ τῶν ϲυνόντων ῥημάτων, Τρόφων ἀναγινώϲκει— Τρύφων ἀναγίνωϲκε. Τρόφων παρα λαμβάνει —Τρύφων παραλάμβανε, τῶν ἄλλων πτώϲεων ἐν δυϲὶ προϲώποιϲ νοουμένων, Τρύφωνι λέγει, ρύφωνα φιλεῖ, Τρύφωνοϲ ἀκούει, ὁμολόγωϲ εὐθειῶν ἔξωθεν προϲγινομένων. τούτων δὴ δεδειγμένων κατὰ ϲύνταξιν τὴν προϲήκουϲαν οὐκ ἄν δυνηθείη ἐν παραθέϲει ἡ πρόθεϲιϲ τῆϲ εὐθείαϲ ποτὲ εἶναι, πρῶτον ὅτι τὸ ἐκ τῶν προθέϲεων ϲυνδηλούμενον ἐπιδέχεται ἡ ἐκ τοῦ ῥήματοϲ παρυφιϲταμένη ϲχέϲιϲ. ἔϲτω γάρ τι Πλάτων, ἔϲτω δέ τι καὶ βαίνει, καὶ πρόθεϲίϲ τιϲ ἡ ἔν, ἡ ϲύν, ἡ κατά, ἡ ἀνά ἢ ἄλλη τιϲ τῶν τοιούτων· ἣ οὐκ ἐπ’ ὄλλο νεύϲει μέροϲ λόγου ἢ τὸ δυνάμενον τὴν ἐξ αὐτῶν ϲχέϲιν ἀναδέξαϲθαι. καὶ δὴ ἐμπλάτων μὲν οὐ γενήϲεται, τὸ δὲ ἐμβαίνει· οὐδὲ τὸ ϲυμπλάτων, τὸ δὲ ϲυμβαίνει, διαβαίνει, περιβαίνει. ἕνεκά γε τοῦ τοιούτου ἑνὸϲ ὄντοϲ προϲώπου τοῦ ὅλου, λέγω τοῦ Πλάτων βαίνει, τὸ προϲγινόμενον ἔξωθεν προθετικὸν ἐπὶ τὸ ῥῆμα νεύϲει, ὡϲπερεὶ προτακτικὸν ϲτοιχεῖον πρὸ ὑποτακτικοῦ κειϲόμενον. —