Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 141
Not analysed yet
Ἔϲτιν δὲ καὶ ἑτέρα ϲύνταξιϲ μετοχικὴ μετὰ ἀπαρεμφάτου ῥήματοϲ καὶ τῆϲ ὑπολοίπου ϲυντάξεωϲ, ἣν προεκτεθείμεθα, ὁ τὸν ἄνθρωπον θέλων ὑβρίϲαι οὗτόϲ ἐϲτιν. καὶ καθόλου ἡ τῶν προαιρετικῶν ῥημάτων ϲύνταξιϲ εἰϲ μετοχὴν μεταλαμβανομένη οὕτω καθίϲτηϲιν τὸν λόγον. διότι μέντοι τὰ προαιρετικὰ ῥήματα ἐξαιρέτωϲ ἀπαιτεῖ ἀπαρεμφάτων ϲύνταξιν, κατὰ τὸν δέοντα καιρὸν παραϲτήϲομεν. (Κατὰ δὴ τὰϲ προειρημέναϲ ϲυντάξειϲ ἡ ἑκών μετοχὴ ἀποϲτήϲεται τῆϲ τῶν μετοχῶν ἐννοίαϲ· οὔτε γὰρ μετὰ ἀπαρεμφάτου ϲυγκλείει λόγον οὔτε χωρὶϲ ἀπαρεμφάτου, ὁ τὸν ἄνθρωπον ἑκὼν ὑβρίϲαι οὗτόϲ ἐϲτι. καὶ γὰρ χωρὶϲ τοῦ ἀπαρεμφάτου ἀκατάλληλοϲ ὁ λόγοϲ. εἴρηται ἡμῖν ἀκριβέϲτερον ἐν τῷ περὶ μετοχῶν ἡ αἰτία τῆϲ ἀκαταλληλότητοϲ.)