Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 141-2
Not analysed yet
Περὶ δὲ τῆϲ ἀνυποϲτάτου εὐθείαϲ ἡ ἀπόδειξιϲ πάλιν ἂν γένοιτο τῇδε. Ἔφαμεν ἐν τοῖϲ προκειμένοιϲ τὰϲ μὲν πλαγίαϲ πτώϲειϲ ἀναφέρεϲθαι ἐπ’ εὐθείαϲ τῶν μεταξὺ ῥημάτων τὴν μὲν ἐνέργειαν ταῖϲ εὐθείαιϲ ἀναπεμπόντων, τὸ δὲ πάθοϲ ταῖϲ πλαγίαιϲ, ὡϲ Διονύϲιοϲ ἔτυψεν Θέωνα, ἐγώ ϲε ἐτίμηϲα. (τὸ δὲ πάθοϲ ἐγγενόμενον κατὰ τὰϲ πλαγίαϲ μεθίϲτηϲιν αὐτὰϲ εἰϲ εὐθεῖαν, τῆϲ προκατειλεγμένηϲ εὐθείαϲ τρεπομένηϲ εἰϲ γενικὴν μετὰ τῆϲ ὑπό προθέϲεωϲ, ἐγώ ϲε ἔδειρα, ϲὺ ἐδάρηϲ ὑπ’ ἐμοῦ.) ἦν μέντοι καὶ τοῦτο ὁμόλογον, τό τινα διάθεϲιν ἐμποιῆϲαι οὐ μόνον εἰϲ ἕτερον πρόϲωπον ἀλλὰ καὶ εἰϲ τὸ ἑαυτοῦ. ἐξ ἧϲ ϲυντάξεωϲ ἐπενοεῖτο τὸ διϲϲὸν ϲχῆμα τῆϲ ἀντωνυμίαϲ, λέγω τὸ ἁπλοῦν, ὅπερ ἐϲτὶν ἐν μεταβάϲει ἑτέρου προϲώπου, καὶ τὸ ϲύνθετον, ὅπερ τὴν ἐκ τοῦ αὐτοῦ προϲώπου διάθεϲιν ὑποϲτρέφουϲαν εἶχεν εἰϲ ταὐτό, τὸ διατεθὲν καὶ διατιθὲν πρόϲωπον (ἔνθεν καὶ ἀντανακλώμενον ἐκλήθη, ἀπὸ μεταφορᾶϲ τῶν εἰϲ αὑτὰ ἀντανακλωμένων ϲωμάτων, ἢ αὐτοπαθέϲ· τὰ γὰρ ἁπλᾶ τῶν προϲώπων ἐδείχθη ἀλλοπαθῆ, τουτέϲτιν ὑπὸ ἄλλου προϲώπου διατιθέμενα), πάνυ καὶ τῶν φωνῶν ϲυνῳκειωμένων τῇ τοῦ ϲυμφραζομένου ἑνώϲει· ἐπεὶ γὰρ ἓν πρόϲωπον τὸ διατιθὲν καὶ τὸ διατιθέμενον, μία καὶ ἡ φωνὴ κατὰ ϲύνθεϲιν ἐγένετο, ἐμαυτὸν ἔπαιϲα, ὑπ’ ἐμαυτοῦ ἐπλήγην.