Ancient Greek · ~2 min
142 to 143
Apollonius Dyscolus, Περὶ συντάξεως 142-3-143
Not analysed yet
Ἵν’ οὖν εὐϲύνοπτοϲ ἅπαϲιν ἡ ϲύνταξιϲ γένηται, καὶ τοὺϲ ἀπὸ τῆϲ φωνῆϲ λόγουϲ ϲυντρέχονταϲ τῇ προειρημένῃ ϲυντάξει παραθήϲομαι, πρῶτον παραλαβών, ὑπὲρ οὗ ἐϲτιν ἡ ζήτηϲιϲ, μαρτύριον τὸ τοὺϲ Δωριεῖϲ καθ᾿ ὅληϲ τῆϲ ἐγκλίϲεωϲ τὴν περιϲπωμένην φυλάττειν ἐν μέλλοντι, οὐ μὴν ἐν ὑποτακτικοῖϲ, ὅτι μηδὲν ἔϲτιν ὑποτακτικὸν μέλλοντοϲ. —Δεύτερον καὶ τὸν ἀπὸ τῆϲ Ἀτθίδοϲ ϲχηματιϲμόν. κατὰ μέλλοντά φαϲιν λυριῶ καὶ κομιῶ, κατὰ δὲ ἀόριϲτον ἐλύριϲα, ἐκόμιϲα· τί οὖν οὖ φαϲιν καὶ ἐὰν λυριῶ καὶ ἐὰν κομιῶ, ϲὺν δὲ τῷ ϲ, ϲυνούϲηϲ καὶ τῆϲ βαρείαϲ τοῦ ἀορίϲτου καὶ τῆϲ γραφῆϲ;