Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 142
Not analysed yet
Ἑξῆϲ ῥητέον καὶ περὶ τῶν ὑποτακτικῶν ἄρθρων, ἅπερ οὐ μόνον τάξει καὶ φωνῇ διαφέρει τῶν προτακτικῶν, ἀλλὰ καὶ ἐν ϲυντάξει πάνυ διαφόρῳ. καὶ πρόδηλα μὲν τὰ διάφορα τῆϲ φωνῆϲ καὶ τῆϲ τάξεωϲ, οὐ μὴν καὶ τὰ τῆϲ ϲυντάξεωϲ, περὶ ἧϲ καὶ προειλάμεθα ἐκθέϲθαι.