Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 142-2
Not analysed yet
«Εἴπερ οὖν αἱ πλάγιοι ἐπιζητοῦϲιν εὐθείαϲ, ἵν᾿ ἡ διάθεϲιϲ προφανὴϲ γένηται ἡ ἔκ τινοϲ γινομένη», πῶϲ ἡ ϲαυτοῦ γενήϲεται ϲαυτόϲ; γενομένη γὰρ πλαγίαν ἐπιζητήϲει ἐφ’ ἣν τὰ τῆϲ ϲυντάξεωϲ ἐρείϲειεν φήϲει τιϲ, «πῶϲ δὴ πλαγία οὖϲα ἐν τῇ ϲαυτόν οὐκ ἐπιζητήϲει εὐθεῖαν ἐξ ἧϲ ἡ διάθεϲιϲ»; πρὸϲ ὃν φαίημεν ὡϲ ἔνεϲτιν ἡ εὐθεῖα διὰ τοῦ ῥήματοϲ, ϲαυτὸν ἔπαιϲαϲ, τουτέϲτιν ϲύ. γενομένη γὰρ ἐν τῷ ϲαυτὸϲ ἔπαιϲαϲ δύο ϲυνέξει εὐθείαϲ, τήν τε ἐκ τῆϲ ἀντωνυμίαϲ καὶ τὴν ἐκ τοῦ ῥήματοϲ, δι’ ὃ λόγον καταϲτῆϲαι οὐκ ἂν δύναιντο, εἰ μὴ ἡ ἑτέρα αὐτῶν πλαγία γένοιτο. καὶ ἡ μὲν ἐκ τοῦ ῥήματοϲ παρυφιϲταμένη ἄκλιτοϲ, καθὸ ἄπτωτα τὰ ῥήματα· ἡ μέντοι ἐκ τῆϲ ἀντωνυμίαϲ ἐφικτὴ εἰϲ τὸ κλιθῆναι.