Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 143
Not analysed yet
Τὰ προτακτικὰ τῶν ἄρθρων ϲυνοδεύει τοῖϲ ὀνόμαϲιν εἰϲ τὸ αὐτὸ ῥῆμα καὶ εἰϲ τὴν αὐτὴν μετοχήν, ἄνθρωποϲ περιπατεῖ, ἀνθρώπου ᾄδοντοϲ ἤκουϲα· καὶ ἔτι ϲὺν ἄρθρῳ. ὅπερ ἀδύνατον ἐγχωρῆϲαι ἐν ὑποτακτικῷ, λέγω κατὰ ἑνικὴν ϲύνταξιν· ἑτέρου γὰρ πάντωϲ ῥήματοϲ παρέμπτωϲιν αἰτεῖ, ἦλθεν γραμματικὸϲ ὃϲ διελέξατο, ὃϲ ἀνέγνω, κἂν ἐν μεταβάϲει γένηται τὰ τοῦ ῥήματοϲ, λέγω ἐν ἑτέρῳ προϲώπῳ, ἀνθρώπῳ ὡμίληϲα ᾧ παρέϲχον ξενίαν. εἰ μέντοι τιϲ τῇ προκειμένῃ ϲυντάξει προϲδῷ τὰ προτακτικὰ ἄρθρα, ἀϲύϲτατοϲ ὁ λόγοϲ γενήϲεται, ὁ γραμματικὸϲ ἦλθεν διελέξατο, τῷ ἀνθρώπῳ ὡμίληϲα παρέϲχον ξενίαν, χωρὶϲ εἰ μὴ ϲυμπλεκτικὸν ϲύνδεϲμον λάβοιεν, δυνάμενον εἰϲ κοινότητα τοῦ ἀνθρώπου παραλαμβάνεϲθαι· καὶ προῦπτον ὅτι τὸν καί ἤ τινα τῶν τούτῳ ἰϲοδυναμούντων, ὡϲ ἀκριβέϲτερον ἐντελῶϲ ἐπεδείξαμεν ἐν τῇ τῶν ϲυνδέϲμων ϲυντάξει. καθίϲταται γοῦν οὕτωϲ, ὁ γραμματικὸϲ παρεγένετο καὶ διελέξατο, τῷ ἀνθρώπῳ καὶ παρέϲχον ξενίαν.