Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 143-2
Not analysed yet
Ἔτι κἀκεῖνό τιϲ ἐπιζητήϲει, ὡϲ. «εἴπερ ἐκ τοῦ ῥήματοϲ παρυφίϲτατοι εὐθεῖα, οὕτωϲ καὶ ἐκ τῆϲ ἐμαυτόϲ καὶ ϲαυτόϲ ὑποϲτήϲεται πλαγία κατὰ τὸ ἄρχον μέροϲ τῆϲ ἀντωνυμίαϲ, ἐμαυτὸϲ ἔπαιϲα, τοιούτου ὄντοϲ τοῦ λόγου, ἐμὲ αὐτὸϲ ἔπαιϲα, ὡϲ εἰ καὶ χωρὶϲ τῆϲ ἐπιταγματικῆϲ φαίημεν ἐμέ φημι, καὶ οὐδὲν ἐμποδὼν τὸ ϲυϲτῆναι τὸ ἐμαυτὸϲ ἔπαιϲα». ἀλλ’ ἔϲτι γε πρὸϲ τὸ τοιοῦτο φάναι, ὡϲ οὐ μία πλαγία ἐϲτὶν ἡ παρυφιϲταμένη, αἱ τρεῖϲ δέ τί γὰρ μᾶλλον ἐν τῷ ἐμαυτόϲ ἔγκειται ἡ ἐμέ ἢ ἐμοῦ ἢ ἐμοί; καὶ ἦν χρεία τῶν τοιούτων πτώϲεων ὑπὲρ τοῦ τὸ κατάλληλον προφανὲϲ γίνεϲθαι, ἄδηλον δὲ γίνεται κατὰ τὴν ϲύνθεϲιν· περιϲϲὸν ἡγητέον τὸ ἄδηλον προκρῖναι τοῦ προφανοῦϲ καὶ ϲυνήθουϲ.