Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 144-3
Not analysed yet
Τρίτον ἡ πέμπτη ϲυζυγία κατὰ τὴν παρεδρεύουϲαν τοῦ εἰϲ τὸ α λήγοντοϲ ἀορίϲτου καὶ ἔτι κατὰ τὴν παρεδρεύουϲαν τοῦ μέλλοντοϲ τῷ ἐναντίῳ χρῆται χρόνῳ. ὁ μὲν γὰρ ἀόριϲτοϲ πάντωϲ μακρὰν αἰτεῖ, ὥϲτε καὶ ἐκ βραχείαϲ τῆϲ κατὰ τὸν ἐνεϲτῶτα μακρὰν γίνεϲθαι, ὡϲ δέρω ἔδειρα, νέμωἔνειμα· ὅ γε μὴν μέλλων βραχεῖαν, ὡϲ καὶ ἐκ μακρᾶϲ βραχεῖαν γίνεϲθαι, κείρω κερῶ, φθείρω φθερῶ. καὶ εἰ τοῦτο, πῶϲ οὐκ ἂν δοίημεν τὸ ἐὰν νείμω καὶ ἐὰν δείρω ὡϲ δὴ μόνου ἐϲτὶν ἀορίϲτου, ὅπου γε τὸ ἀνεφικτότατον τοῦ μέλλοντοϲ παρέλαβεν, λέγω δὲ μακράν, μετεδίωξεν δὲ τὸ ἴδιον τοῦ εἰϲ α λήγοντοϲ ἀορίϲτου, τὸ μακρῷ παρεδρεύεϲθαι; —