Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 144
Not analysed yet
Καὶ φυϲικώτερόν πωϲ ἔϲτιν τὸ τοιοῦτον ἐπινοῆϲαι. ὡϲ ἔφαμεν, τὸ ὑποτακτικὸν ἄρθρον ἐπὶ ῥῆμα ἴδιον φέρεται, ϲυνδεδεμένον διὰ τῆϲ ἀναφορᾶϲ τῷ προκειμένῳ ὀνόματι, καὶ ἐντεῦθεν ἁπλοῦν λόγον οὐ παριϲτάνει κατὰ τὴν τῶν δύο ῥημάτων ϲύνταξιν, λέγω τὴν ἐν τῷ ὀνόματι καὶ τὴν ἐν αὐτῷ τῷ ἄρθρῳ. ὅπερ πάλιν παρείπετο τῷ καί ϲυνδέϲμῳ· κοινὸν μὲν παρελάμβανεν τὸ ὄνομα τὸ προκείμενον, ϲυμπλέκων δὲ ἕτερον λόγον πάντωϲ καὶ ἕτερον ῥῆμα παρελάμβανεν. καὶ οὕτω τὸ παρεγένετο ὁ γραμματικὸϲ ὃϲ διελέξατο δυνάμει τὸ αὐτὸ ἀποτελεῖ τῷ ὁ γραμματικὸϲ παρεγένετο καὶ διελέξατο, ἐγγιζούϲηϲ καὶ τῆϲ ὀνομαϲίαϲ τῶν μορίων· τὸ γὰρ ϲυνηρτῆϲθαι καὶ ϲυνδεδέϲθαι οὐ μακρὰν τῆϲ ϲυνωνυμίαϲ πέπτωκεν.