Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 144-2
Not analysed yet
Ἀλλ’ ἴϲωϲ πρὸϲ τὸ τοιοῦτόν τιϲ πάλιν ἐνϲτήϲεται, ὡϲ «τα ἀμφίβολα πρὸϲ τῶν ϲυνταϲϲομένων ἐκλύεται· εἴπερ οὖν τὰ ϲυνιόντα τῶν ῥημάτων οὐ πρὸϲ πᾶϲαν πλαγίαν πτῶϲιν εὐθέτιϲται ϲυνίϲταϲθαι, ἀλλ’ ἃ μὲν γενικὴν αἰτεῖ, ἃ δὲ αἰτιατικήν, τινὰ δὲ δοτικήν, διὰ τῆϲ ϲυντάξεωϲ τοῦ ῥήματοϲ τὸ ἄδηλον τῆϲ πτώϲεωϲ προφανὲϲ γενήϲεται. φέρε γὰρ εἶναι τὸ τοιοῦτον, ἐμαυτὸϲ ἀκούω· τὸ ἀκούω γενικὴν μηνύει ἐγκειμένην, ἐφ’ ἣν φέρεται· ἐμαυτὸϲ τύπτω· διὰ τοῦ τύπτω ἡ ἐμέ αἰτιατικὴ δηλωθήϲεται». ἀλλ’ ἐκεῖνο πάλιν ἀνακύψει, ὡϲ ἔνια ἐπὶ δύο πτώϲειϲ φέρεται, τέμνω ϲέ -τέμνω ϲοί, γυμνάζω ϲέ γυμνάζω ϲοί· καὶ πῶϲ ἐπὶ τῶν τοιούτων τὸ ἐμαυτὸϲ διάκριϲιν τῆϲ πτώϲεωϲ ποιήϲεται; οὐδὲ γὰρ ἐκ παραθέϲεωϲ ἄρθρων τὸ τοιοῦτο βοηθεῖται. μένον μέντοι τὸ ϲύνθετον ϲχῆμα τῇ ϲυνηθεϲτέρᾳ παραδόϲει διακρίνει τὸ ἐμαυτὸν τέμνω καὶ ἐμαυτῷ τέμνω.