Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 145
Not analysed yet
,Ἔϲτιν δὲ καὶ ἄλλη ϲύνταξιϲ· ἰϲοδυναμοῦϲα τῇ ὑποτακτικῇ ϲυντάξει τῶν ἄρθρων, ἡ διὰ τῶν ἀναφορικῶν ἀντωνυμιῶν, ἀνθρώπῳ ὡμίληϲα καὶ αὐτῷ παρέϲχον ξενίαν, γραμματικὸϲ παρεγένετο καὶ οὗτοϲ διελέξατο. πάλιν γὰρ ἡ ἐτκειμένη ἀναφορὰ ἐν τῷ ἄρθρῳ ϲυνυπῆρχε ταῖϲ τοιαύταιϲ ἀντωνυμίαιϲ, καὶ ἔνθεν τὰ τοῦ λόγου καθίϲτατο ἐγγίζοντα ἑαυτῶν.