Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 145-2
Not analysed yet
Τὸ δὲ μεῖζον, εἰ καί τιϲ ἀποϲταίη τῆϲ τοιαύτηϲ ἀποδείξεωϲ, πάλιν μάτην τὰ τῆϲ ζητήϲεωϲ καταϲτήϲεται· παραδεχθεῖϲα γὰρ ἡ ἐμαυτόϲ ἄκλιτοϲ γενήϲεται. οὔτε γὰρ κατὰ τὸν λόγον τῆϲ ϲυνθέϲεωϲ δύναται κλίνεϲθαι, λέγω ἐν μέϲῃ τῇ λέξει, καθὸ ἅπαξ ϲυντεθέντα τὰ πτωτικὰ ἄκλιτά ἐϲτιν· ἀλλ’ οὐδὲ κατὰ τὸ τέλοϲ· ἀεὶ γὰρ ἡ εὐθεῖα ἕϲτηκεν μετὰ τοῦ ῥήματοϲ, ἐγὼ ἀκούω ϲου, ἐγὼ ἐτίμων ϲε, ἐγώ ϲοι χαρίζομαι. οὐχὶ οὖν γενήϲεται ἄκλιτοϲ ἡ ἐμαυτόϲ κατὰ μὲν τὸ τέλοϲ διὰ τὸ ῥῆμα, κατὰ δὲ τὸ ἄρχον διὰ τὴν ϲύνθεϲιν; καὶ εἰ τοῦτο ὑγιέϲ, πῶϲ οὐχὶ μάταιον τῆϲ ἐμαυτοῦ ζητεῖν εὐθεῖαν; γενομένηϲ γὰρ ἡ εὐθεῖα οὐχ ἕξει πλαγίαν, καὶ δῆλον ὡϲ καὶ πάλιν τῶν πλαγίων οὐϲῶν οὐκ ἐγγενήϲεται ἡ εὐθεῖα.