Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 145-3
Not analysed yet
Τέταρτον οἱ ζητοῦντεϲ κατὰ τί οἱ ὑποτακτικοὶ. μέλλοντεϲ οὐ περιϲπῶνται παρὰ Δωριεῦϲιν, γελοῖόν τι πείϲονται, ὡϲεὶ λεληϲμένοι τῶν ϲυνήθων φωνῶν τῷ ζητεῖν διὰ τί οἱ Δωρικοὶ μέλλοντεϲ οὐ περιϲπῶνται, τῶν κοινῶν πολὺ πρότερον τὸ τοιοῦτον ἀναδεδεγμένων. πῶϲ γὰρ πρὸϲ τὸ τοιοῦτον οὐκ ἔϲτι φάναι, διὰ τί τὸ πλυνῶ περιϲπᾶται, οὐ μὴν τὸ ἐὰν πλύνω; ἤη ὅτι διὰ τῆϲ περιϲπωμένηϲ ἐμφανιζό μενοϲ ὁ μέλλων τὸ δέον τοῦ λόγου καθιϲτάνει. ὡϲ εἴ γε πάλιν ϲυνετονοῦτο τῷ ἀορίϲτῳ, κἂν τὰ τῆϲ ϲυντάξεωϲ ἐλάνθανεν, ὡϲ ἐπὶ τοῦ ϲτήϲω καὶ ἔϲτηϲα ἐὰν ϲτήϲω. —