Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 146
Not analysed yet
Οὐχὶ οὖν ὑπολάβοι τιϲ ὑφ᾿ ἓν μέροϲ λόγου πίπτειν τὰ μόρια; Οὐ πάντωϲ· οὐ γὰρ ὅτι τὸ παρεπόμενον τοῖϲ ἄρθροιϲ ἀπηνέγκαντο, καὶ ἄρθρα ἐϲτίν, εἴγε καὶ ἄλλοιϲ διαφόροιϲ διέϲτηκε τὰ μόρια. καὶ γὰρ καὶ τὰ ῥήματα τὸ εὔχρηϲτον τῶν κατεὐθεῖαν ἀντωνυμιῶν ἀπηνέγκαντο, καὶ οὐ πάντωϲ ἓν μέροϲ λόγου· πάλιν γὰρ καὶ αὐτὰ πολλοῖϲ διέϲτηκεν ἰδιώμαϲιν. ἀλλὰ καὶ προεκτεθείμεθα ὅτι ἀντὶ τῶν ὑποτακτικῶν ἄρθρων ἀθροιϲτικὸϲ ϲύνδεϲμοϲ παραλαμβάνεται, καὶ οὐχὶ ἓν μέροϲ λόγου οἱ ἀθροιϲτικοὶ ϲύνδεϲμοι καὶ τὰ ἄρθρα.