Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 146-2
Not analysed yet
Ἀκολούθωϲ μέντοι προϲκείϲεται καὶ τὸ αἴτιον τοῦ μὴ ϲυντεθῆναι τὴν εὐθεῖαν. ἔϲτω γὰρ ϲύνταξιϲ ἡ ἐγὼ αὐτὸϲ ὕβριϲα καὶ παθητικῶϲ ἐγὼ αὐτὸϲ ὑβρίϲθην, ἐφ’ οἷϲ ὁμόλογόν ἐϲτιν ὡϲ ἐν δυϲὶ προϲώποιϲ αἱ ἐγγενόμεναί εἰϲ διαθέϲειϲ, ἥ τε τοῦ ὑβρίϲαντοϲ τε τοῦ ὑβριϲθέντοϲ. (εἰ γὰρ πάλιν μοναδικὴ γένοιτο ἡ διάθεϲιϲ ἐκ τοῦ αὐτοῦ προϲώπου εἰϲ τὸ αὐτό, ὥϲτε φάναι ἐγὼ αὐτὸϲ ὕβριϲα ἐμέ, ὑποϲτρέψει τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ τὴν ϲύνθετον πλαγίαν ἐν τῷ ἐμαυτὸν ὕβριϲα) —ϲαφὲϲ δὲ κἀκεῖνο, ὡϲ αἱ ϲυνθέϲειϲ πρὸϲ ἐξαλλαγὴν τῶν κατὰ παράθεϲιν ἐπενοήθηϲαν. εἰ γὰρ τὴν αὐτὴν ϲημαϲίαν εἶχον τοῖϲ κατὰ παράθεϲιν, κἂν πάντωϲ παρέλκοντα ἦν τὰ ϲυντιθέμενα τῶν ϲχημάτων. διαφέρει τὸ χὴν καὶ ἀλώπηξ τοῦ χηναλώπηξ, τὸ μιϲῶν γυναῖκα τοῦ μιϲογύνηϲ, ἄλλα πλεῖϲτα. εἰ δὴ οὖν τὸ ἐγὼ αὐτόϲ ϲυντεθὲν πλέον τι ἐϲήμαινεν τοῦ κατὰ παράθεϲιν, ἀναγκαία ἦν ἡ ϲύνθεϲιϲ· νυνὶ δὲ οὐχ οὕτωϲ ἔχει. ὅπου γ’ οὖν ἐγένετο διαφορά τιϲ ἐκ τῆϲ ϲυνθέϲεωϲ, ἐκεῖϲε καὶ προϲεχώρηϲεν τὰ τῆϲ ϲυνθέϲεωϲ. αἱ πλάγιαι ἁπλαῖ οὖϲαι ϲύνταξιν τὴν ἐφ’ ἕτερον πρόϲωπον ἔχουϲιν, ϲυντεθεῖϲαί γε μὴν ἠλλοτρίωνται τῆϲ μεταβάϲεωϲ τοῦ προϲώπου. ὅπερ οὐκ ἐνεχώρει, ὡϲ ἔφαμέν γε, καὶ ἐπὶ τῆϲ εὐθείαϲ. δεόντωϲ ἄρα ἡ εὐθεῖα ἀπροϲδεὴϲ ἐγένετο τῆϲ ϲυνθέϲεωϲ.