Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 146-3
Not analysed yet
Πέμπτον ὅτι τὸ δώϲω καὶ τὸ θήϲω, ἐὰν προϲλάβῃ τινὰ τῶν ἐπιζευκτικῶν, ἀκατάλληλον λόγον ἀποτελεῖ. πόθεν ῥήματι εἰϲ ω λήγοντι οὐ ϲυνάπτονται ἐπιζευκτικοί, ὁπότε καὶ τὰ τέλη εἰϲ ω τρέπουϲιν; ἢ ὅτι οὐκ ἦν ὁ ἔδωϲα καὶ ἔθηϲα διὰ τοῦ ϲ γραφόμενοϲ, ἵνα τὸ μεταπῖπτον α εἰϲ ω τὸ δέον τοῦ καταλλήλου παραϲτήϲῃ. ὠλιγωρημένοι γὰρ οἱ ἀόριϲτοι μετὰ τὴν ὁριϲτικὴν ἔγκλιϲιν ἐϲιγήθηϲαν, καὶ οὕτωϲ οὐκ ὄντων ἀορίϲτων οὐδὲ τὰ τῆϲ ἐγκλίϲεωϲ ἐγίνετο νετο. —τῶν εἰϲ μι ληγόντων οὐκ εἰϲὶ δεύτεροι μέλλοντεϲ, εἰϲὶν δὲ ἀόριϲτοι δεύτεροι, οἷον ἔδων, ἀπέδων, ἔθην, ἀφ’ οὖ ἐθέμην. καὶ ἐπεὶ ἦϲαν ἀόριϲτοι, ἦν καὶ ὑποτακτικὴ ἔγκλιϲιϲ κατ’ αὐτῶν, ἐὰν ἐὰν δῶ. —δέδεικται ἄρα ὡϲ μελλόντων μὲν ὄντων, οὐ μὴν ἀορίϲτων, ἡ ὑποτακτικὴ ἔγκλιϲιϲ ἀκατάλληλοϲ· ἀορίϲτων δὲ ὄντων, οὐ μὴν μελλόντων, κατάλληλοϲ καὶ ἡ ὑποτακτικὴ ἔγκλιϲιϲ.