Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 147
Not analysed yet
ἀλλ᾿οὐδὲ κατὰ τὴν αὐτὴν ϲύνταξιν ϲυμφέρονται αἱ ἀντωνυμίαι· νυμίαι· αἰτοῦϲιν γὰρ πάλιν τὸν ϲύνδεϲμον, γραμματικὸϲ παρεγένετο καὶ οὗτοϲ διελέξατο· προῦπτον ὅτι, εἰ ὑφέλοι τιϲ τὸν ϲύνδεϲμον, ἀϲύνετα τὰ τοῦ λόγου γίνεται. (πρὸϲ οἷϲ καὶ δύναται καὶ δεικτικώτερον αὐτὸ τὸ πρόϲωπον νοεῖϲθαι, γραμματικὸϲ παρεγένετο καὶ οὗτοϲ διελέξατο, λέγω δεικτικῶϲ· καὶ ἔτι ἐπὶ τῆϲ αὐτόϲ ἀναφορικῆϲ τὸ κατ᾿ ἐξοχὴν πρόϲωπον νοούμενον, γραμματικὸϲ παρεγένετο καὶ αὐτὸϲ διελέξατο, ὡϲ εἴ τιϲ οὕτω λέγοι, ὁ δεϲπότηϲ, ὁ κύριοϲ.) εἰ μέντοι τῇ ἀρθρικῇ ϲυντάξει ἐπενθείη τιϲ τὸν ϲύνδεϲμον, ϲαφὲϲ ὅτι τὸ ἄρθρον τοῦ ϲυνηρτῆϲθαι οὐκ ἀνοίϲει τὸ προκείμενον ὄνομα, ἄλλο δέ τι ἀοριϲτωδῶϲ νοούμενον, ἀνθρώπῳ ὡμίληϲα καὶ ᾧ ξενίαν παρέϲχον. Πῶϲ οὖν τοϲαύτηϲ διαφορᾶϲ οὔϲηϲ παραδέξεταί τιϲ τὸ ὑφ᾿ ἕν μέροϲ λόγου ὑπάγειν τὰ ἄρθρα καὶ τὰϲ ἀντωνυμίαϲ;