Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 147-2
Not analysed yet
Οὐ μόνον δὲ αἱ ἀντωνυμίαι ἐκ τῶν πλαγίων ἀρχὴν ἔϲχον ϲυνθέϲεωϲ, ἀλλὰ καὶ τὸ ἀλλήλων· οὐ γὰρ δή γε ἡ τούτου εὐθεῖα πάλιν ϲυϲτατή. ἡ γὰρ τοῦ ῥήματοϲ ϲύνταξιϲ τὴν ἐν τοῖϲ δύο προϲώποιϲ μετάβαϲιν δηλοῖ· τὸ γὰρ ἀλλήλων ἤκουϲαν τοιοῦτόν τί ἐϲτιν, ἄλλοι ἄλλων, ἀλλήλουϲ ἔπαιϲαν, ἄλλοι ἄλλουϲ. ἐγγενομένηϲ γὰρ τῆϲ εὐθείαϲ ἐν τῷ ἄλληλοι νοηθήϲεται τὸ ἄλλοι ἄλλοι, ὅπερ ἄλογον· οὐ γὰρ κατακλείει διάνοιαν διὰ τὸ ἐπάλληλον τῶν δύο εὐθειῶν. —