Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 147-3
Not analysed yet
Ἀκόλουθόν ἐϲτιν διαλαβεῖν καὶ περὶ τῆϲ ἐγγινομένηϲ διαθέϲεωϲ καθ’ ἑκάϲτην ἔγκλιϲιν, ἧϲ οὐδὲ τὰ ἀπαρέμφατα ἐκτὸϲ ἐγένετο διὰ τὸ κατηναγκαϲμένον τοῦ ϲυνέπεϲθαι ἅπαϲι τοῖϲ χρόνοιϲ ἢ ἐνεργητικῶϲ ἢ παθητικῶϲ ἢ καὶ ἔτι μέϲωϲ. Ἔϲτιν οὖν ἐπιϲτῆϲαι τὸ πρῶτον, εἰ ἐν ἅπαϲι τοῖϲ ῥήμαϲι ϲύνεϲτιν τὸ διϲϲὸν τῆϲ διαθέϲεωϲ, ϲυνούϲηϲ τῆϲ προειρημένηϲ μεϲότητοϲ (ὡϲεὶ καὶ ἐπὶ τῆϲ τῶν ὀνομάτων κατὰ γένοϲ διακρίϲεωϲ, εἰ ἅπαϲι παρέποιτο τὸ ἐν παραϲχηματιϲμοῖϲ καταγίνεϲθαι θηλυκοῦ τε καὶ οὐδετέρου)· ἤη οἷϲ μὲν παρακολουθήϲει τὸ αὐτὸ μόνον ἐν ταῖϲ ἐγκλίϲεϲιν καταγίνεϲθαι, ἐν ὁριϲτικῇ ἀποφάϲει ἢ εὐκτικῇ καὶ. ἐπὶ τῶν ὑπολοίπων, οὐ μὴν κατὰ διάθεϲιν ἐνεργητικὴν ἢ παθητικήν· καὶ ἔτι οἷϲ μὲν μετὰ τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ καὶ ἔτι τῶν ὑπολοίπων διάθεϲιν δηλοῦν ἐνεργητικήν, οὐ μὴν ἐπιδεχομένοιϲ τὴν ἔϲτιν δὲ τὸ λεγόμενον τοιοῦτον.