Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 148
Not analysed yet
Ἔτι τὰ ὑποτακτικὰ ἄρθρα ἀδιαφορεῖ πρὸϲ τὸ κατάλληλον τῆϲ πτώϲεωϲ τῶν προταϲϲομένων αὐτῶν ὀνομάτων, πρὸϲ ἃ καὶ ἀναπέμπει πέμπει τὴν ἀναφοράν, ἄνθρωποϲ ἦλθεν ὃν ἐξένιϲα, φίλου ἤκουϲα ᾧ καὶ πρώην ϲυνέβαλον. καὶ ἐξ εὐθείαϲ μὲν ὀνόματοϲ παράθεϲιϲ γίνεται καὶ πλαγίαϲ πτώϲεωϲ, ἐπὰν ἑτέρῳ προϲώπῳ ἡ διάθεϲιϲ τοῦ ῥήματοϲ προϲγίνηται· ἐκ δὲ πλαγίαϲ ὀνόματοϲ εὐθείαϲ ἐπιφέρεται ἄρθρα, ἐπὰν ἡ τοῦ ἄρθρου ἀναφορὰ τὸ ῥῆμα προϲνείμῃ τῷ προκειμένῳ ὀνόματι τῷ κατὰ τὴν πλαγίαν. τότε γὰρ δύο εὐθεῖαι νοοῦνται, λέγω τοῦ ὀνόματοϲ ματοϲ καὶ τοῦ ὑποτακτικοῦ ἄρθρου, ὅταν τὸ αὐτὸ πρόϲωπον τὰϲ δύο διαθέϲειϲ ϲυνέχῃ.