Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 148-2
Not analysed yet
Ἔϲτιν γε μὴν οὐχ ὅμοιον τῇ ἀντωνυμικῇ ϲυνθέϲει. ἡ μὲν γὰρ τὴν αὐτοπάθειαν ϲημαίνει, ἑαυτοὺϲ ἔτυψαν, ἡ δὲ τὴν ἐκ προϲώπων πρὸϲ ἕτερα πρόϲωπα μετάβαϲιν. τὸ γὰρ ἀλλήλουϲ τρώϲητε {π 293, τ 12} οὐ ταὐτόν ἐϲτιν τῷ ἑαυτοὺϲ τρώϲητε, ὥϲπερ καὶ τὸ Πινδαρικὸν οἱ περὶ Τρύφωνα {p 29 Vels. }ἐϲημειοῦντο ἐπί τε τοῦ Ὥτου καὶ τοῦ Ἐπιάλτου, ϲυγκατατιθέμενοι μὲν τῷ ἀλλαλοφόνουϲ ἐπάξαντο λόγχαϲ {fr. 137 Boeckh, 140 Βgk4, 163 Schr. },οὐ μὴν ἐν τῷ ἐνὶ ϲφίϲιν αὐτοῖϲ· οὐ γὰρ ἑαυτοῖϲ τὰ δόρατα ἐνῆκαν, ἀλλὰ ἀλλήλοιϲ.