Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 148-3
Not analysed yet
Οὐκ εἶ τι ῥῆμα ὁριϲτικόν ἐϲτιν τινοϲ ἄλληϲ ἐγκλίϲεωϲ, τοῦτο πάντωϲ ἐν διαθέϲει καταγίνεται τῇ ἐνεργητικῇ. χρὴ γὰρ νοεῖν ὅτι ἡ ἐνέργεια ὡϲ πρὸϲ ὑποκείμενόν τι διαβιβάζεται, ὡϲ τὸ τέμνει. τόπτει, τὰ τούτοιϲ παραπλήϲια· ἧϲ καὶ τὸ παθητικὸν ἐκ προϋφεϲτώcηϲ ἐνεργητικῆϲ διαθέϲεωϲ ἀνάγεται, δέρεται, τύπτεται. οὐ δὴ τούτοιϲ ὅμοιά ἐϲτιν τὸ ὑπάρχω, τὸ ζῶ, τὸ εἰμί, τὸ πνέω, τὸ φρονῶ, τὰ ὅμοια.