Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 149
Not analysed yet
τοῦ μὲν οὖν πρώτου γραμματικὸϲ ἦλθεν ᾧ ὁ Τρύφων ὡμίληϲεν· ἐν γὰρ τῇ εὐθείᾳ τοῦ Τρύφων τὰ τοῦ ῥήματοϲ ἐνεγένετο· τοῦ δὲ δευτέρου ἄνδρα μοι ἔννεπε, Μοῦϲα, πολύτροπον, ὃϲ μάλα πολλά πλάγχθη {α 1} οὐλομένην, ἣ μυρί᾿ Ἀχάιοῖϲ {A 2} ἦϲαν μὲν γὰρ πλάγιαι, τῆϲ διαθέϲεωϲ ἠρτημένηϲ ἐκ τῶν Μουϲῶν, αἱ δ᾿ εὐθεῖαι ἐπηνέχθηϲαν διὰ τὸ τὸν ἄνδρα τὴν διάθεϲιν ἀναδεδέχθαι καὶ ἔτι τὴν μῆνιν ἔϲτι γὰρ ὃϲ ἐπλάγχθη, ἣ ἔθηκε μυρία κακὰ τοῖϲ Ἕλληϲι. καὶ ἔτι τοῦ τρίτου ἦ κε μέγ᾿ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύϲ, ὅϲ ποτέ μ᾿ εἰρόμενοϲ μέγ᾿ ἐγήθεεν {H 125 et 127} καὶ γὰρ τὸ οἰμώξειεν ἐπὶ τοῦ Πηλέωϲ τέθεικε καὶ τὸ γηθῆϲαι.