Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 149-2
Not analysed yet
Φαίνεται δ᾿ ὅτι καὶ ἡ ἐξ αὐτοῦ ϲύνταξιϲ, πλαγίαν ἐπιζητοῦϲα καὶ εὐθεῖαν, δεόντωϲ τὴν εὐθεῖαν ἐν τῷ ἄρχοντι μέρει ἤνωϲεν, ἵνα κατὰ τὸν λόγον τῆϲ φωνῆϲ ἀκίνητοϲ μένῃ καὶ διὰ τὸ ϲυνερχόμενον ῥῆμα· τὸ τέλοϲ δὲ κινεῖται κατὰ τὸ δέον τῆϲ ϲυντάξεωϲ. ἐν γὰρ τῷ ἀλλήλουϲ ἔτυψαν τὸ ἔτυψαν πρὸϲ τὴν ἀρκτικὴν ϲύνθεϲιν ἀναφέρεται, ἄλλοι ἔτυψαν ἄλλουϲ, καὶ ἐπεὶ χρεία τῶν διαφόρων πλαγίων πτώϲεων, ἵνα τὰ ϲυνόντα τῶν ῥημάτων τοῦ καταλλήλου τύχῃ, εἰϲ τὸ κλιτικὸν μέροϲ παρελαμβάνοντο, λέγω τὸ τελικόν, ἵνα δεόντωϲ διὰ τὸ ἤκουϲαν γενικὴν ὁμολογήϲῃ, αἰτιατικήν τε ἐν τῷ ἀλλήλουϲ διὰ τὸ ἔτυψαν τι τῶν τοιούτων, καὶ ἔτι ἀλλήλοιϲ διὰ τὸ ἐχαρίϲαντο. πρόδηλον γὰρ πάλιν ὡϲ εἰ ἀνέϲτραπτο ἡ ϲύνθεϲιϲ, ἄκλιτον τὸ μόριον καθειϲτήκει, καθὸ πάλιν οὔτε τὰ ἡνωμένα κινεῖται οὔτε ἡ εὐθεῖα μετὰ τῶν ῥημάτων ἀφίϲταται τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ.