Ancient Greek · ~6 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 149-3
Not analysed yet
τῶν δὴ τοιούτων ἀναλόγωϲ ἡ παθητικὴ ἔγκλιϲιϲ ὑποϲταλήϲεται, ὅτι μηδὲ διὰ τῆϲ ἐνεργητικῆϲ ἐγκλίϲεωϲ τὰ ἐνεργούμενα πρόϲωπα παρέϲτηϲαν, ἃ πάντωϲ διατεθέντα τὸ παθεῖν ὁμολογήϲει. (εἰ γοῦν τὸ φρονῶ ἐν ϲυνθέϲει γένοιτο καταφρονῶ, τὴν ἐκ τοῦ φρονεῖν διάθεϲιν μεταβιβάϲαν ἐπί τι ὑποκείμενον ἐν τῷ καταφρονῶ ϲου, ἀκώλυτον ἕξει τὴν ἀντιπαρακειμένην παθητικὴν διάθεϲιν, καταφρονοῦμαι ὑπὸ ϲοῦ.) ὡϲ οἱ τὰ τοιαῦτα ῥήματα κλίνοντεϲ καὶ εἰϲ παθητικὰϲ ἐκφορὰϲ ὁμόλογοί εἰϲι μελετήματα φωνῆϲ παραλαμβάνοντεϲ, οὐ μὴν φυϲικὴν κλίϲιν οὐδὲ ϲυϲτατήν, ὡϲ εἰ καὶ ἀρϲενικόν τιϲ ἀποφαίνοιτο τοῦ ὑϲτερική ἢ ἔτι τοῦ ἐκτροῦϲα ἤ τι τῶν κατὰ φωνὴν μὲν δυναμένων ἐπὶ τοῖϲ μὴ οὕτωϲ ἔχουϲιν, ὁμόλογον ὅτι οὐ ϲυϲτήϲεται παθητικὰ τοῦ πάϲχω, χαίρω, ἐρυθριῶ, θνῄϲκω, γηρῶ, θάλλω, οὐρητιῶ, τοιοῦτον γάρ τι παρακολουθήϲει, ὡϲ εἰ καὶ ἀρϲενικοῦ ὀνόματοϲ ἀρϲενικόν τιϲ ζητήϲειεν ἢ θηλυκοῦ θηλυκόν· οὐ δὴ οὖν παθητικοῦ ὄν τοϲ παθητικόν τιϲ ζητήϲειε. —151. τὰ γοῦν διὰ τοῦ μέϲου ἐνεϲτῶτοϲ ἐν τύπῳ παθητικῷ ἐνέργειαν ϲημαίνοντα ἀπαράδεκτον ἔχει τὴν διὰ τοῦ ω κατάληξιν, ἐνεργητικὴν οὖϲαν, ἐπεὶ τὸ ταύτηϲ εὔχρηϲτον διὰ τοῦ careant. προειρημένου μέϲου ἐνεϲτῶτοϲ κατείληπτο, ὡϲ ἔχει τὸ βιάζομαί ϲε μάχομαί ϲοι, χρῶμαί ϲοι καὶ ἄλλα πλεῖϲτα. ϲαφὲϲ οὖν ὅτι παντὸϲ παθητικοῦ εἰϲ μαι λήγοντοϲ ἐνεργητικὸν ἔϲτιν παραδέξαϲθαι, ἐὰν μετὰ τῆϲ καταλήξεωϲ ϲυντρέχῃ καὶ τὰ τῆϲ ϲυντάξεωϲ, ἵϲταμαι ὑπὸ ϲοῦἵϲτημι ϲέ, δέρομαι ὑπὸ ϲοῦ δέρω ϲέ, ἕλκομαι ὑπὸ ϲοῦ ἕλκω ϲέ· οὐχὶ τὸ πέταμαι ὑπὸ ϲοῦ, διὰ τοῦτο οὐδὲ τὸ πέτημι ϲέ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἄγαμαι, δύναμαι, ἔραμαι.