Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 150
Not analysed yet
Ταύτῃ μοι δοκεῖ καὶ ἀκαταλλήλωϲ κείμενα τὰ ἄρθρα πρὸϲ τὰ προκείμενα πτωτικὰ λόγον κατάλληλον ϲυγκλείειν, καθό, τοῖϲ ῥή- μαϲι κατακλείοντα λόγον, τὴν τούτοιϲ ϲυνοδεύουϲαν πτῶϲιν μεταλαμβάνει, ὥϲτε τὴν ἀναφορὰν μὲν χαρίζεϲθαι τῷ ὀνόματι, τὴν δὲ πτῶϲιν τῷ ῥήματι, διεπεμψάμην φίλῳ ὃν καὶ Τρύφων γινώϲκει, εἴγε τὸ γινώϲκει αἰτιατικὴν ἀπαιτεῖ. Ἔτι τὸ Ἀρίϲταρχόϲ ἐϲτιν ὁ ἐξηγηϲάμενοϲ τὰ ποιήματα προφανῶϲ ἀνελλειπέϲ ἐϲτιν· εἰ μέντοι ἀντὶ τοῦ ὁ τὸ ὅϲ τιϲ θείη, οὐκέτι, Ἀρίϲταρχόϲ ἐϲτιν ὃϲ ἐξηγηϲάμενοϲ. τὰ ποιήματα. καὶ φαίνεται ὅτι, καθὼϲ προείπομεν, διὰ τὴν ἰδιότητα τοῦ ὑποτακτικοῦ ἄρθρου· προϲλαβὸν γοῦν τὸ ῥῆμα ἀπαρτίζει τὸν λόγον, Ἀρίϲταρχόϲ ἐϲτιν ὃϲ ἐξηγηϲάμενοϲ τὰ ποιήματα ἐθαυμάϲθη.